Πέμπτη 28 Απριλίου 2011

ΝΕΚΡΟΙΣ ΞΟΑΝΟΙΣ, ΕΠΙΘΥΣΑΙ ΜΗΔΟΛΩΣ ΘΕΛΗΣΑΝΤΕΣ

Νεκροῖς ξοάνοις, ἐπιθῦσαι μηδόλως θελήσαντες, τῷ τυθέντι δι' ἡμᾶς, θυσία ζῶσα προσήχθητε, παῖδες ὡραιότατοι, Ἅγιοι Μάρτυρες.

Νόμοις ἐνθέοις, δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἀνομούντων τὰς βουλάς, καὶ τὰς ἐνέδρας καθείλετε· νομίμως δ' ἀθλήσαντες, δόξης ἐτύχετε.

Ἀποσκοποῦντες, εἰς τὴν μέλλουσαν εὔκλειαν Μάρτυρες, τὴν φθαρτὴν καὶ γεηράν, τιμὴν ἐμφρόνως ἐλίπετε, καὶ δόξαν ἀθάνατον, ὄντως ἐλάβετε.