... ΣΙΜΩΝ ΣΥΜΕΩΝ ΔΙΠΛΗΝ ΤΗΝ ΚΛΙΣΗΝ

Ὡς στῦλος πυρὸς μάκαρ ὡράθης, λαοῦ προηγούμενος τοῦ νέου, ἐξ Αἰγύπτου τῆς πλάνης, καὶ πρὸς γῆν, ἐπαγγελίας τὴν θείαν Μάρτυς, τοῦτον εἰσάγων, ταῖς σαῖς ὄντως εἰσηγήσεσι.

Σίμων Συμεὼν διπλῆν τὴν κλῆσιν, λαβών, τὸν διπλοῦν τῇ φύσει Λόγον, ἐναντίον ἀθέων τὸν αὐτόν, Θεὸν βροτόν τε ἀνακηρύττεις· ὅθεν σε πάντες, συνελθόντες μακαρίζομεν.

Ἡ γῆ ἡγιάσθη τῇ ἀθλήσει, σοῦ Μάρτυς σταυρῷ προσηλωθέντος, αἱ ψυχαὶ δὲ δικαίων Συμεών, ἀγαλλιῶνται τῇ σῇ ἀνόδῳ· ὅθεν καὶ πάντες, οἱ πιστοὶ σε μακαρίζομεν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ