ΚΑΤΗΡΕΣ, ΕΚ ΤΗΣ ΘΡΑΚΗΣ

Κατῆρες, ἐκ τῆς Θράκης Πάτερ σοφέ, πρὸς τὴν Λέσβον ἀσφαλῶς καὶ προσῆλθες, εἰς Καρυῶν τὴν Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι' ἀγάπην Κυρίου.

Φυλάξας, τὴν πρὸς τὸν Χριστὸν ἀρραγῆ, ὦ Νικόλαε ἀγάπην καὶ πίστιν, ὑπῆλθες ἀνενδοίαστῳ ψυχῇ, τὸ μαρτύριον, καὶ συνήφθης εὐκλεῶς, τῶν Μαρτύρων τοῖς δήμοις.

Σῶτέρ μου, οἷα προσφορὰ ἐκλεκτή, σοὶ προσήχθη ἡ παρθένος Εἰρήνη, φλεχθεῖσα ὑπὸ πυρὸς ἀπηνῶς, ᾗ συνήθλησαν, ἐκ Θερμῆς ἄλλοι πιστοί, καὶ οἱ ταύτην τεκόντες.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ