Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 31 Ιανουαρίου 2010

ΑΘΛΗΤΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΙ, ΙΑΤΡΟΙ ΘΕΟΠΡΟΒΛΗΤΟΙ, ΚΥΡΕ ΙΩΑΝΝΗ ΤΕ ΜΕΓΑΛΩΝΥΜΟΙ...

Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες.

Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν.

Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν.
Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.