Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 31 Ιανουαρίου 2010

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ...

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου.
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας.
Στίχοι
Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.
Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει.
Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.
Στίχοι
Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος.
Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε,
Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον.
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.
Στίχοι
Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
Καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.