ΕΓΝΩΡΙΣΕ ΧΡΙΣΤΟΣ ΣΟΙ ΤΗΝ ΠΡΟΣ ΑΥΤΟΝ ...

Ἐγνώρισε Χριστὸς σοι τὴν πρὸς αὐτόν, πολυέραστον Πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ θεόπτῃ, οὗ μιμητής, δι᾿ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆν ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος.

Μετέστης ὡς, Ἠλίας ὁ ζηλωτής, ἀρετῶν ἐποχούμενος ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ σὸν ἐγράφη Ὅσιε· καὶ νῦν τῷ Δεσπότῃ παρεστηκώς, μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν φωτοφόρον καὶ πανίερον.

Ὁ βίος σου Παμμάκαρ Ἀγγελικός, ἡ ζωὴ δὲ Θεόφρον ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ εὐσεβὴς ἡ πίστις σου· θείων γὰρ δογμάτων ὑφηγητής, ἐγένου Θεοφόρε, καὶ κήρυξ Ὀρθοδόξου, διδασκαλίας ἐχρημάτισας.

Ἱκέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ