O ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ, ΤΑ ΥΠΕΡΩΑ ΑΥΤΟΥ Ο ΤΙΘΕΙΣ

Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας.

Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν, ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ