ΑΡΜΑΤΑ ΦΑΡΑΩ, ΚΑΙ ΤΗΝ ΔΥΝΑΜΙΝ ΑΥΤΟΥ... ΔΙ ΑΙΜΑΤΟΣ...
Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.
Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.
Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι.
Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.