«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον.
Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.
Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμούς, καὶ λογισμοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον.
Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσατε ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραμεῖν ἀνεμποδίστως, ἡμᾶς ἐνδυναμώσῃ, καὶ νικηφόρους ἀπεργάσηται.