Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».
Ὁ βίος σου τερπνός, ὁ λόγος ἔνθεος, ἀγάπης τῷ ἅλατι ἠρτυμένος, ἡ καρδία εὐκατάνυκτος· διὰ τοῦτό σε πίστει μακαρίζομεν.
Χριστοῦ τοῦ δι' ἡμᾶς φανέντος σώματι, τὸν θεῖον σεβόμενος χαρακτῆρα, διωγμοὺς Πάτερ ὑπέμεινας, καὶ κινδύνους καὶ πόνους παμμακάριστε.
Ὡς θῦμα καθαρὸν σαυτὸν προσήγαγες, Κυρίῳ νεκρώσει τῆς ἁμαρτίας, καὶ θυσίας ἀναιμάκτους αὐτῷ, Ἱεράρχης ὡς ἔννομος προσήγαγες.