«Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ, λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».
Νηστεύσας πρὶν Ἰωσήφ, μίξιν ἔφυγε παρανόμου γυναίου, καὶ βασιλείας ἔτυχε· διὸ καὶ ἡμεῖς σβέσωμεν, διὰ νηστείας τὰ πεπυρωμένα βέλη, τοῦ ἐχθροῦ Βελίαρ.
Διὰ νηστείας Δαυΐδ, νίκην ἐστήσατο κατὰ τοῦ ἀλλοφύλου, καὶ βασιλείαν εὕρατο· διὸ καὶ ἡμεῖς λάβωμεν, δι' ἐγκρατείας νίκην κατ' ἐχθρῶν καὶ ἐν Κυρίῳ στεφανωθῶμεν.
Φυλάξωμεν καὶ ἡμεῖς, τὰς ἀρετὰς αὐτῶν, τοῦ Ἰὼβ τὴν ἀνδρείαν, τοῦ Ἰακὼβ τὸ ἄπλαστον, τὴν πίστιν Ἀβραάμ, τὴν σωφροσύνην τὴν τοῦ Ἰωσήφ, καὶ τοῦ Δαυῒδ τὰς ἀριστείας.