Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.
Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.
Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως.
Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος,
Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς.
Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου,
Ὡς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν.
Ὁ τριπλοπεντάριθμος ἀθλητῶν στόλος,
Καὶ πυθμένος κατῆρε μέχρι ποντίου.
Ἡ ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.