Διγαλάκης Ιάσων
Πάτερ Λαμπαδὲ μακάριε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῆς σαρκὸς τὸ φρόνημα, τῇ ψυχῇ καθυπέταξας, καὶ χαρισμάτων, ἔμπλεως γέγονας, τοῦ παναγίου Πνεύματος Ὅσιε, ὦ στηριζόμενος, τῶν πνευμάτων φάλαγγας τῶν πονηρῶν πάσας καθυπέταξας, καὶ κατηδάφισας.
Πάτερ Λαμπαδὲ θεόπνευστε, ὡς κεκρυμμένος ἡμῖν, θησαυρὸς πεφανέρωσαι, ἐν σπηλαίοις κείμενος, καὶ σημείοις καὶ τέρασιν, εὐωδιάζων, ψυχὰς τῶν πίστει σοι, προσερχομένων, θεομακάριστε· ὅθεν βοῶμέν σοι, καὶ ἡμᾶς ἐξάρπασον τῶν δυσχερῶν, σοῦ ταῖς παρακλήσεσιν, ἀνευφημοῦντάς σε.
Πάτερ Λαμπαδὲ θεόσοφε ἀσκητικαῖς ἀγωγαῖς, τῷ Θεῷ προσκολλώμενος, καὶ ταῖς τούτου λάμψεσιν, ἱερῶς φωτιζόμενος, λαμπρὰς ἐδείχθης πᾶσιν αὐγάζουσα, σωτηριώδεις ἀρετὰς πάντοτε· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, χαρμονικῶς, πίστει ἑορτάζομεν θεομακάριστε.
Ὡς ἔνθεος ἡ ζωή σου, καὶ πανίερόν σου τὸ τέλος, Πάτερ, Ἀθανάσιε· ἐν αὐτῷ γὰρ πᾶσα ἡ τοῦ Ὄρους πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε ῥήμασι γοεροῖς ἀνεβόα· Δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε, δίδαξον, ποῦ καταλείπεις τὰ τέκνα σου Πάτερ, ἃ ᾤκτιρας ὡς Πατήρ, ὄντως συμπαθὴς καὶ φιλόστοργος. Ὅμως κἂν ὧδε τῷ τάφῳ καλύπτῃ, ἄνω σε πάντες πλουτοῦμεν προστάτην καὶ πρεσβευτὴν πρὸς Θεόν, οἱ πόθῳ τιμῶντές σε.