.... ΔΕΥΡΟ ΤΑΛΑΙΝΑ ΨΥΧΗ....

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ