ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ... ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὡς ὁλοκαύτωμα τέλειον, τῷ πυρὶ τῆς συνειδήσεως, καὶ τῇ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνῃρημένους κατιδὼν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὥς τις περιδέξιος ἡμῖν, τοῖς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε· τῇ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ