ΝΙΚΗΤΑΙ ΤΥΡΑΝΝΟΥ, ΚΑΙ ΦΛΟΓΟΣ ΤΗ ΧΑΡΙΤΙ ΣΟΥ ΓΕΓΟΝΟΤΕΣ...

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐξεχύθη χάρις, Πάτερ σοῦ τοῖς χείλεσιν ἱερομύστα· διὰ τοῦτο Λέον, ὁ Θεὸς σε ἔχρισεν Ἀρχιερέα, τοῦ λαοῦ βοῶντα· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βασιλεῖ Παμμάκαρ, τῷ διαιωνίζοντι εὐαρεστήσας, ἐπιγείῳ Λέον, βασιλεῖ παρέστηκας ἄνθρακας φέρων, καὶ τὴν τούτου Πάτερ, καταπλήττων ἔννοιαν, ταῖς θαυματουργίαις, ταῖς λίαν παραδόξοις.

Ὡς ἐλαία Πάτερ, φυτευθεὶς κατάκαρπος οἴκῳ Κυρίου, φέρεις μετὰ τέλος, ἐκ τοῦ θείου σκήνους σου ἔλαιον θεῖον, Πιστῶν πᾶσαν νόσον, ἀπελαύνων πάντοτε, τῶν εἰς σὲ μετὰ πόθου, σοφὲ προσπεφευγότων.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ