ΔΕΥΤΕ ΤΗΝ ΤΙΜΙΑΝ ΚΕΦΑΛΗΝ, ΤΗΝ ΑΠΟΤΜΗΘΕΙΣΑΝ ΤΩ ΞΙΦΕΙ...
Δεῦτε τὴν τιμίαν κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπαντῶντες ἐν ᾄσμασι, τιμῶντες ἐκ πόθου, χάριτας προχέουσαν, τῶν ἰαμάτων ἡμῖν, ἣν περ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος.
Ὥς περ ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ κεφαλὴ δᾳδουχεῖ, στάμνῳ διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ τε φωτίζουσα, τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις, ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν.
Πάλαι ὥσπερ θεῖος θησαυρός, στάμνῳ κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν, ἀποκαλύπτεται, ὥσπερ πλοῦτος προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες ὕμνοις, ταύτην εὐλαβῶς ἐγκωμιάσωμεν.
Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.