ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ, ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε.

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ