Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ Πιστοί· ὡς γὰρ Παῖδας

«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ Πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Συγχορευτής, οὐρανίου τάξεως, σὺ ἐπαξίως γεγονώς, συνευφραίνῃ χαρμονικῶς, αἴγλης φωτοδότιδος Μάκαρ ἐμφορούμενος, ἱερομύστα Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.

Ἱερουργῶν, Χριστοῦ Εὐαγγέλιον, ἐξ ἀρετῶν περιωπῆς, θεογράφους ἐπιστολάς, Παῦλος ὁ θειότατος χαίρων ἐξαπέστειλεν, ὡς μαθητῇ σοι Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεόν, καὶ ὑπερένδοξον.

Τὸ ἀσθενὲς τῆς σαρκὸς ἐρρώννυεν, ἡ εὐτονία τῆς ψυχῆς· ὡς ἀσώματος γὰρ ἐν γῇ, σὺ πολιτευσάμενος, Μάρτυς ἐχρημάτισας, τὴν κεφαλὴν συντριβόμενος, Ἱερουργέ, Μυστηρίων Θεοῦ θεομακάριστε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ