Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».
Ὡς ζωῆς κληρονόμος, καὶ θανάτου ῥυσθεῖσα τοῦ ψυχοφθόρου σαφῶς, εὐχῇ τοὺς τεθνεῶτας, ζωοῦσα Εὐδοκία, τῷ Χριστῷ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ναὸς τῆς ἁμαρτίας, προϋπάρξασα Μάρτυς σαυτὴν καθῆρας Θεῷ, ναὸν ἡγιασμένον, ἐνάρετον δεικνῦσα, Καλλιμάρτυς κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ἀσκήσεως ἱδρῶσι, πιανθεῖσα ἐλαία ὤφθης κατάκαρπος· ἀθλήσεως δὲ ξίφει, καὶ λύθρῳ Εὐδοκία, τρυγωμένη ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.