Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».
Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;
Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκεῖ νοῦ, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.
Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος· αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.
Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.
Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῴκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.
Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.
Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαί σοι ἐν τῷ κρίνεσθαι!
Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.