Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

 Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ