ΟΥ ΛΕΙΨΩ ΟΡΦΑΝΟΥΣ, ΟΥΣΠΕΡ ΕΓΩ ΣΥΝΗΞΑ

Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει· ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον.

Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως

Ἄγγελοι τοῖς σοφοῖς, ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Κατῆλθον ἐν χαρᾷ, ἀπὸ τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν.

Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ Μαθηταὶ ἐκπληττόμενοι ἔλεγον· Μὴ χωρισθῇς ἡμῶν, ὁ Ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸν Πνεῦμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ