ΤΗΝ ΥΠΕΡ ΠΑΝΤΩΝ ΤΕΛΕΣΑΣ ΣΩΤΗΡΙΑΝ

Τὴν ὑπὲρ πάντων τελέσας σωτηρίαν, τὸ ὄρος κατέλαβες τοῦ Ἐλαιῶνος Χριστέ· ὅθεν ἀνέπτης ἐνώπιον, τῶν Μαθητῶν σου, εἰς οὐρανοὺς ἐν δόξῃ φερόμενος, διὸ τὸ μυστήριον καταπληττόμεναι, ταῖς ἀνωτέραις ἐκραύγαζον, αἱ κάτω τάξεις· Ἄρατε πύλας καὶ εἰσελεύσεται· ὅθεν ἐξῆλθε, τῶν ἁπάντων, ὁ βασιλεύων Θεός, ὡς ηὐδόκησε, παραδόξως τῷ κόσμῳ, σωτηρίαν ἐργασάμενος.

Τῶν Μαθητῶν ὁ χορὸς σε, ὡς ἑώρα, ἀναλαμβανόμενον, ἔλεγε Δέσποτα· Ποῦ νῦν ἀπαίρεις τῶν δούλων σου; καὶ ποῦ πορεύῃ, ὁ ἐν χερσὶ συνέχων τὰ πέρατα; ἡμεῖς καταλείψαντες, ἅπαντα σοὶ τῷ Θεῷ, ἠκολουθήσαμεν χαίροντες, εἰς τοὺς αἰῶνας, σὺν σοί, ἐλπίδας ἔχοντες ἔσεσθαι, μὴ καταλίπῃς ὀρφανους ἡμᾶς, ὡς ὑπέσχου, Πατήρ, ἡμῶν εὔσπλαγχνε, τὸν Παράκλητον πέμψον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Τελεωτάτην παρέχων εὐλογίαν, τοῖς φίλοις σου Δέσποτα, ἐμυσταγώγεις αὐτούς, ὁρᾶτε φίλοι πορεύομαι, πρὸς τὸν Πατέρα, ὑμῖν δὲ πέμψω ἄλλον Παράκλητον· οὐ καταλείψω γὰρ πρόβατα, ἅπερ συνῆξα, οὐκ ἐπιλήσομαι οὓς ἠγάπησα, θείαν ἐξ ὕψους ἐνδυσάμενοι, δυναστείαν, πορεύεσθαι λέγοντες, ἐπὶ πάντα τὰ ἔθνη, σωτηρίας εὐαγγέλια.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ