Παρασκευή 25 Μαΐου 2012

ΑΝΕΛΘΩΝ ΕΙΣ ΟΥΡΑΝΟΥΣ

Ἀνελθὼν εἰς οὐρανούς· ὅθεν καὶ κατῆλθες, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῷ κόσμῳ, δεῖξον τοῖς Υἱοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε.

Ἀνῆλθες Χριστέ, πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τῇ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο· ἀλλ' ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἐγνώρισάν σε Κύριε, μονογενῆ τοῦ Πατρός. Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτός ἐστιν Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς τὸν οὐρανόν, λατρεύσατε αὐτῷ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.