Νόμος ὁ ἐν γράμματι, παιδαγωγὸς σοι γεγένηται, εἰς Χριστὸν Ἐπιφάνιε, δεικνὺς τὴν ἀστράψασαν, τοῦ Σωτῆρος χάριν, τῆς θεογνωσίας, προγραφομένην μυστικῶς, καὶ τυπουμένην διαφανέστατα, ἥνπερ καὶ ἐφανέρωσας, ταῖς διδαχαῖς σου πανεύφημε, τηλαυγῶς ἐκτιθέμενος, τὰ θεόπνευστα δόγματα.
Νόμου τοῦ τῆς χάριτος, καταγγελεὺς ἐχρημάτισας, θεοφάντορ μακάριε, φωτίζων τὰ πέρατα, ταῖς τῶν σῶν δογμάτων, θείαις δᾳδουχίαις, καὶ τῶν αἱρέσεων θερμῶς, τὰς γλωσσαλγίας καταστρεψάμενος, πανσόφως ἐστηλίτευσας, διδασκαλίας πανόσιε, καὶ τὸ κάλλος τὸ ἄχραντον, τὸ τῆς πίστεως ἔδειξας.
Ὁ βίος ὁ ἔνθεος, τῷ ὀρθοδόξῳ φρονήματι, συνδραμὼν παρεσκεύασε, τελεῖν τὰ θαυμάσια, καὶ δαιμόνων θράσος, Πάτερ ἀπελαύνειν, καὶ νοσημάτων χαλεπῶν, τὰς ἀλγηδόνας παύειν ἐντεύξεσι, καὶ χάριτι κοσμούμενον, Ἱεραρχίας σε ἔδειξεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Λεόντιον φρόνημα στερρῶς, Γερμανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάμεστον· τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο, ἀλλὰ τοῖς λόγοις σου, θεοφάντορ ἐξελήλεγκται, καὶ ὡς ἄνους, ἀνόητος ἔμεινεν.
Ὁ Λέων ὁ ἄθεος, ὁ θήρ, ὁ Θεῷ μισούμενος, τοῦ Ἀντιχρίστου ὁ πρόδρομος, ὁ τὴν προσκύνησιν, τῆς Χριστοῦ εἰκόνος, ἀθετήσας Ὅσιε, τοῦ κλήρου τῶν πιστῶν ἐξωστράκισται· διὸ αἰτοῦμέν σε· Ὡς ἐκεῖνον ταῖς πρεσβείαις σου, τὸν παρόντα, κατεύνασον τάραχον.
Ἐφέσεως ἔτυχες τῆς σοί, θεοφάντορ πόρρωθεν, πεποθημένης σαφέστατα· τῷ γὰρ Δεσπότῃ σου, μετὰ παρρησίας, Γερμανὲ μακάριε, νῦν ἱεροπρεπῶς προσεχώρησας, ᾧ παριστάμενος, ἀπολαύεις τῆς θεώσεως, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτούμενος.
Εἰ καὶ Μωσαϊκοῖς νόμοις ὑπέκυψας, τῆς Ἰουδαϊκῆς λατρείας ὑπάρχων βλάστημα, ἀλλ' ἡ χάρις Πάτερ ἡ τοῦ Χριστοῦ, ἐν σοὶ ἐπιλάμψασα, μαθητὴν τῆς εἰρήνης τοῦ Εὐαγγελίου σαφῶς ἀπειργάσατο, ἐντεῦθεν ὡς ἀγχίνους, τοῖς ἀμφοῖν διαθηκῶν, κατὰ νοῦν εἰληφὼς ἔκβασιν, ἀπὸ δουλείας, εἰς ἐλευθερίαν μεταβέβηκας. Διὸ ἱκέτευε ὑπὲρ ἡμῶν, λυτρωθῆναι τῆς τυραννίδος τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.