Κυριακή 13 Μαΐου 2012

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΓΛΥΚΕΡΙΑΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΪΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ
Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι.
Ἐν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ.
Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον,
Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων.
Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ,
Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται.

Ὁ ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται.

Ὁ ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται.

Ὁ ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ μοναχοὶ ὁσιομάρτυρες ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα, φημί, Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Ὑπὲρ πατρῴων ἐπνίγητε δογμάτων
Καὶ πρὸς γαληνοὺς ὡρμίσασθε λιμένας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.