Ο ΣΤΑΥΡΟΝ ΥΠΟΜΕΙΝΑΣ ΚΑΙ ΘΑΝΑΤΟΝ.... ΛΕΓΕΙ ΚΥΡΙΟΣ

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες, τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Ἡ πηγὴ τῆς ζωαρχίας Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτὴν ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν, εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκὶ διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Τὴν πηγὴν ἐν τῷ φρέατι κατιδὼν τὴν ἀέναον καθημένην γύναιον, φέρον καύσωνας, πλείστων παθῶν ἀκεσώδυνον, λαβεῖν ἐπεζήτησεν, ὕδωρ ζῶν τὸ ἐξ αὐτῆς, κρουνηδόν ἐκχεόμενον, ὃ καὶ ἔλαβε, δωρεὰν ἐκ τοῦ λόγου, καὶ οὐκέτι πρὸς τὸ φρέαρ ἐπισπεύδει τὸ γεηρὸν καὶ ἐπίκηρον.
Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.

Ἰουδαίων τὰ ἔθιμα, τοῦ γυναίου διώκοντος, καὶ τὸ σφῶν προβάλλοντος ἀκοινώνητον, τῇ μεταλήψει τοῦ ὕδατος, Χριστὸς μετωχέτευσεν, ὁ σοφὸς δημιουργός, τοῖς ἡδέσι προσφθέγμασιν, ἐξαιτήσασθαι, τὸ ζωήρρυτον πόμα, θεῖον ὕδωρ, οὗ πιοῦσα πρὸς τὴν πόλιν, μετοχετεύει τὰ νάματα.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.

Οὔτε ἄντλημα κέκτησαι, καὶ τὸ φρέαρ βαθύτατον, πόθεν οὖν καὶ δώσεις μοι ὕδωρ ἄφθαρτον, ἡ Σαμαρεῖτις ἐβόα σοι, Χριστὲ σε ὡς ἄνθρωπον, οἰομένη οὐ Θεόν, καὶ τοὺς λόγους θαυμάζουσα, ἣν προσρήμασι, γλυκυτάτοις ἀρδεύσας σὲ Θεόν τε, καὶ Σωτῆρα τῶν ἁπάντων, ὁμολογεῖν παρεσκεύασας.

Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ