Δευτέρα 21 Μαΐου 2012

ΟΜΜΑ ΟΛΟΜΕΛΙΑΣ

Ὄμμα ὁλομελίας βροτῶν, καὶ ὀφθαλμοὺς τοῦ κοσμικοῦ τούτου σώματος, ὑπάρχων Θεὲ καὶ Λόγε, καὶ τῶν ὀμμάτων καινός, δημιουργὸς καὶ πλάστης γνωριζόμενος, καὶ νῦν ἐκ τοῦ κράματος, τοῦ χοὸς καὶ τοῦ πτύσματος Τυφλὸν ἀρρήτως, ὀμματοῖς ἐν δακτύλοις σοῖς, καταπλάττουσι, καὶ πηλὸν καὶ τὴν ὅρασιν, ἧς καὶ τυχὼν ὁ πρίν, ἐν γεννητοῖς γνωριζόμενος, ἥλιον ὅλως μὴ βλέπων, σὲ τὸν γλυκὺν ὁρᾷ Ἥλιον, ἰδὼν τὴν εἰκόνα, τοῦ ἡμᾶς δι' εὐσπλαγχνίαν, ἄφατον πλάσαντος.

Μέλη καὶ διαρτίαν πλουτῶν, τῆς τῶν βροτῶν σωματικῆς ὀργανώσεως, ὁ πρῴην τυφλὸς ἐκ μήτρας, τῆς μητρικῆς προελθών, ὡς μηδὲ τὴν πλάσιν εἶναι ᾤετο, ὀμμάτων τὴν στέρησιν, εὐπορήσας ἀνόθευτον, ἐξ ἧς τοὺς πόδας, καὶ τὰ πλείω τοῦ σώματος, τοῖς προσκρούσμασι, τοῖς τῶν λίθων ἐξήρθρωτο· ὃς διὰ σοῦ καὶ τοῦτον, τὸν πλουτισμόν ἐπικτώμενος, βλέπει τὸ φῶς τὸ τοῦ κόσμου, καὶ τὸν τῶν φώτων σε πρύτανιν, Θεὸν καὶ Δεσπότην, τῶν κτισμάτων καταγγέλλει κτίστην παγκόσμιον.

Ὕποπτος Γραμματεῦσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται, ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες, τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.