Τετάρτη 16 Μαΐου 2012

ΝΕΦΕΙ ΤΗΝ ΕΠΙΒΑΣΙΝ, ΑΥΤΟΥ ΤΙΘΕΙΣ ΩΣ ΔΕΣΠΟΤΗΣ

Νέφει τὴν ἐπίβασιν, αὐτοῦ τιθεὶς ὡς Δεσπότης, ἐν νεφέλῃ κούφῃ πρίν, καταβὰς εἰς Αἴγυπτον τοὺς ἐκλάμψαντας, ἐκλεκτοὺς προώρισε, τοὺς ἁρπαζομένους, ἐν νεφέλαις ὡς θεόφρονας, μεθ' ὧν Θεόδωρος, ὁ Ἡγιασμένος Πατὴρ ἡμῶν, ὁ πύργος ὁ ἀκράδαντος, ὁ τὴν ἀρετὴν περιβόητος, ὁ φαεινοτάταις, ἐλλάμψεσιν ἐκλάμπων τοῦ Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αἴγυπτος ἡ πρότερον, δαιμονικαῖς μαινομένη, τελεταῖς καὶ πάθεσιν, ἀσκητῶν νῦν τάγμασιν ὡραΐζεται, καὶ ποικίλοις κάλλεσιν, ἀρετῆς ἐνθέου, κοσμουμένη διαδείκνυται, ἐν ᾗ διέλαμψε, θείων δωρεῶν ὁ ἐπώνυμος, Θεόδωρος ὁ Ὅσιος, ὁ θεοειδὴς καὶ θεόληπτος, ὁ τὴν θαυμασίαν, ταπείνωσιν μιμούμενος Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἄσκησιν ἐγκράτειαν, ὑπομονὴν καρτερίαν, ἀποχὴν κακότητος, ἀρετῆς περίληψιν ἐκ νεότητος, ὁ σοφὸς Θεόδωρος, ἀσκητῶν ὁ μέγας, ὁ θεόφρων ἐπεδείξατο, θερμός γενόμενος, θείας ἐραστὴς ἀγαπήσεως, καὶ πάντα τὰ ὁρώμενα, χαίρων ὑπερβὰς ὁ θαυμάσιος, διὰ θεωρίας, ὑψούμενος ὡμίλει τῷ Θεῷ, καὶ παρρησίᾳ πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.