Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, νόμον εἷλε μάκαρ Κύριλλε ὁ Μωσῆς, ἀναιροῦντα, τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον βάθος τοῦ Πνεύματος.
Νομοθεσίας, δι' αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα.
Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.
Ἐν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσεις, τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ Θεότητι.