ΟΠΛΟΝ ΘΕΟΧΑΛΚΕΥΤΟΝ, Ο ΘΥΡΕΟΣ ΤΗΣ ΠΙΣΤΕΩΣ

Ὅπλον θεοχάλκευτον, ὁ θυρεὸς τῆς πίστεως, κράτος τὸ ἀκράδαντον ἐν μάχαις, Σταυρὲ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν· χαῖρε, δι᾿ ἧς, Ἄγαρ κατασφάττεται, καὶ ἐγείρονται τρόπαια.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων Σταυρὲ τίμιε, κλῖμαξ τὸν Θεὸν ἐστηριγμένον, ἐπὶ σὲ ἔχουσα, χαῖρε τὸ κήρυγμα, πάντων Προφητῶν· χαῖρε δι᾿ οὗ ὁ κόσμος ἡγίασται, καὶ Σατὰν καταβέβληται.

Πάθος τὸ κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τὸ θεῖον πόμα ἀνέβλυσε, πᾶσι τὸ πανάχραντον αὐτοῦ Αἷμα, καὶ ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι.

Ῥείθροις θείου Αἵματος, ἐπαρδευθεὶς πανάγιε Σταυρέ, θεοτίμητε τοὺς πίστει, σῶζε κινδύνων, καὶ τοῦ λοιμοῦ καὶ λιμοῦ, βοῶντάς σοι· χαῖρε ἡ πηγή, ἄρδουσα τὰ σύμπαντα, τὰ σωτήρια νάματα.

Εὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τὸν ἐνιαυτὸν χρηστότητός σου, τοὺς ἱερέας, τοὺς βασιλεῖς, τὸν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τὸν Σταυρὸν τὸν φωτόμορφον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ