Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 24 Σεπτεμβρίου 2012

ΑΘΛΗΤΙΚΟΝ ΣΤΑΔΙΟΝ ΣΗΜΕΡΟΝ ΠΡΟΚΕΙΤΑΙ

Ἀθλητικὸν στάδιον σήμερον πρόκειται· λαοὶ χορεύσωμεν, καὶ τὰ ἐν αὐτῷ τελούμενα, παράδοξα πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνάς, πρόκειται σφαγῇ, ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ καλλιπάρθενος Θέκλα καὶ Θεόνυμφος· διὸ Τριάδος τῇ πίστει, τὴν τῶν τυράννων κατήργησεν ἀθεότητα· καὶ σύν, Ἀγγέλοις χορεύουσα, τῷ Σωτῆρι πρεσβεύει, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Νυμφίον ἔχουσα ἐν οὐρανοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν, νυμφῶνος κατεφρόνησας τοῦ ἐπιγείου καὶ μνηστῆρος, Θέκλα πρώταθλε· ταῖς γὰρ μητρῴαις θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, Παύλῳ ἠκολούθησας, ἐπ' ὤμων ἀραμένη τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ τὸ μὲν πῦρ οὐκ ἐνάρκησας, τῶν δὲ θηρῶν τὴν ὠμότητα, εἰς ἡμερότητα μετέβαλες, φώκας δὲ ἀπενέκρωσας, τῇ ἐν Χριστῷ καταδύσει τοῦ ἁγίου Βαπτίσματος. Ἀλλ' ἐν ἄθλοις γενναίοις διαπρέψασα, μὴ διαλίπῃς πρεσβεύουσα ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἀναθεῖσα σεαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη ὡς πρώταθλος τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἀνεδέξω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς, ὄλβιος ὑπάρξασα θάλαμος, εἰς ὂν αἱ τῶν θηλειῶν ἀγέλαι προσαναπαύονται, εἴσοδον εὑράμεναι τῆς αἰωνίου ζωῆς, μεθ' ὧν ἱκέτευε Ἀπόστολε Θέκλα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Χορείας ἐγείρατε φιλομάρτυρες· τῶν ἀγώνων γὰρ ἐφέστηκεν ὁ καιρός, καὶ τῆς Πρωτομάρτυρος ἡ ἐτήσιος μνήμη, πάντας εἰς δοξολογίαν προτρέπουσα Θεοῦ· Θέκλα γὰρ ἡ πρώτη Μαρτύρων ἐν γυναιξί, τὸ ἀθλητικὸν στάδιον ἀνύσασα, πρώτη καὶ στεφηφόρος ἀναδέδεικται, καὶ παρρησίᾳ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὴν σὴν ὑπὲρ ἄνθρωπον ἄθλησιν, Πρωτομάρτυς Χριστοῦ, οὐκ ἀνθρώπων μόνον ἐθαύμασαν τὰ γένη, ἀλλὰ καὶ θῆρες τεθήπασιν ἄγριοι· αἱ φλόγες, οὐ φλόγες ἐλογίσθησάν σοι καλλιπάρθενε Θέκλα, διὰ τὸν σὸν νυμφίον Χριστόν· γέγηθας γὰρ δι' αὐτὸν πάσχουσα, καὶ κόσμου χωριζομένη, ἵνα τῆς ἐπουρανίου τύχῃς μακαριότητος, ἐν παρρησίᾳ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.