Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 23 Σεπτεμβρίου 2012

ΜΟΛΟΥΝΤΙ ΕΙΣ ΑΓΙΑ, ΤΑ ΤΩΝ ΑΓΙΩΝ ΑΓΙΩΣ

Μολοῦντι εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται, ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων. Εἱσηκούσθη σοῦ ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, προφήτην τοῦ Ὑψίστου καὶ φωνήν, τοῦ ἐκ Παρθένου θεόπαιδος, Λόγου ἀνατείλαντος.
Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.
Λέγε μοι τρανότατα, κατὰ τὶ γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον.
Λατρεύειν αὐτῷ ἐν ὁσιότητι, καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τάς ἡμέρας ἡμῶν.
Θεοῦ Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα, τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον, ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ τέκῃ σοι, σάλπιγγα τοῦ Λόγου ἡ σύζυγος, τοῦ Πνεύματος τρανοῦντός σοι, γλῶτταν ἐκβοήσεις τρανότατα· Προφήτης Ὑψίστου, κληθήσῃ ὦ παιδίον τάς αὐτοῦ, προετοίμασαι ἐν χάριτι, τρίβους ὡς ηὐδόκησεν.
Ἄγγελος, ἐκ στειρωτικῶν ὠδίνων προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων, τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες, περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον· Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.