ΧΑΡΙΣ Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ
Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα.
Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίαις εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάρρουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε, καὶ δάκρυσιν ἐξήρανας τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας.
Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη, καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ' ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου.