Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 25 Σεπτεμβρίου 2012

ΕΠΙ ΤΩ ΠΥΡΓΩ ΠΑΛΑΙ ΜΕΝ, ΤΗΣ ΧΑΛΑΝΗΣ ΣΥΝΕΧΕΑΣ, ΓΛΩΣΣΑΣ ΤΩΝ ΚΑΚΩΣ

Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς, ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τάς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων.

Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι, ἐντεῦθεν ἀΐδιος, σὲ εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρίαν, θέοφρον Εὐφροσύνη.