ΘΕΟΝ ΑΝΘΡΩΠΟΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».
Τρωθεὶς ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’ ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ.
Ἡδὺς ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι, θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος.
Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηρύτων πληρούμενος, Ἐκκλησίας θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ ἀξιοθαύμαστε.