ΔΡΟΣΟΒΟΛΟΝ ΜΕ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί∙ τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Νομοθέτης Μοναζόντων ἀκριβέστατος, ὤφθης σεβασμιώτατε, ὑπαλείπτης τε, πρὸς ἐχθρῶν παντοίων συμπλοκάς∙ διό σου τιμῶμεν τὸ σεπτόν, καὶ ἱερὸν ἐπὶ τῆς γῆς Πάτερ μνημόσυνον.
Ἐναρμόνιον τοῦ Πνεύματος ἀοίδιμε, ὄργανον ἐχρημάτισας, ὑπηχούμενος, ταῖς αὐτοῦ ἑκάστοτε πνοαῖς, καὶ μέλος σωτήριον ἡμῖν, τῆς μετανοίας μελῳδοῦν, τοῖς ἀνυμνοῦσί σε.