Ο ΤΟΥ ΦΩΤΟΣ ΧΟΡΗΓΟΣ, ΚΑΙ ΤΩΝ ΑΙΩΝΙΩΝ ΠΟΙΗΤΗΣ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».
Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυτρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστάμενοι.
Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι.
Τὸν τοῦ παντὸς Ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.
Ἀπὸ στενώσεως, τῆς κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνη τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.