ΜΑΣΤΟΙΣ ΕΥΣΕΒΕΙΑΣ ΣΕ ΠΑΤΕΡ ΟΣΙΕ
Μαστοῖς εὐσεβείας σε Πάτερ Ὅσιε, τὴν θρέψασαν ἐκτρέφεις Ἐκκλησίαν, ἀπονέμων ἑπταπλασίῳ, ἄρτῳ θείας χάριτος, ταύτῃ θρέπτρα∙ γλεῦκος προχέων, ὡς πόμα δέ, τὸ τῶν ἰαμάτων, παμμάκαρ Χρυσόστομε.
Εἰς πᾶσαν τὴν γῆν ἐπεξῆλθε, Πάτερ σου ὁ φθόγγος τῶν δογμάτων∙ ἀλλ᾿ ἡ ἔκφρων βασιλὶς σε περιορίζειν, τοπικῶς ὑπείληφεν, ἀλλ᾿ ἐψεύσθη∙ σὺ γὰρ ὡς γίγας ὑψίδρομος, τὸ πᾶν περιλάμπεις, τῶν λόγων ταῖς ἀκτῖσι.
Λαμπρύνθητι σήμερον σύλλογος, Πιστῶν μέτ' εὐφροσύνης ὑπαντῶντες, τῷ προκρίτῳ τῶν διδασκάλων· ἥκει γὰρ ἐφέστηκε διανέμων, πᾶσι τὴν χάριν τὴν ἄφθονον, ἧς ἐμφορηθῶμεν, γηθόμενοι πλουσίως.