ΔΕΥΤΕ ΤΗΣ ΟΥΡΑΝΙΟΥ ΤΡΙΑΔΟΣ

Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφημήσωμεν, τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον∙ καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον∙ τοὺς σοφίας βυθούς, τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια∙ τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον∙ τοὺς διαυγεῖς μαργαρίτας∙ τοὺς ἐπιγείους φωστῆρας∙ τῆς Ἐκκλησίας τοὺς οἴακας∙ τὰ ἀγλαόκαρπα δένδρα∙ τοὺς οἰκονόμους τῆς χάριτος∙ Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπομένους, καὶ πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέκτου πυρός, οἱ δι᾿ αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τῇ πρὸς αὐτὸ ἑνώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοῖς πτωχοῖς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες∙ οἷς καὶ ἡμεῖς προσείπωμεν∙ Χαίροις τριάδος, Τριὰς ἡ θεόσοφος.
Τοῦ Δαυΐδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον καὶ Ἰωάννην τὸν Χρυσόστομον, πιστῶς ἀνευφημήσωμεν∙ τὸν νοητὸν γὰρ Γολιάθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν Πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῷ ἐρυθραίῳ τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι∙ καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπελάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς διὰ τῶν Διδασκάλων, τὰ ἤθη κοσμηθέντας, τοὺς τρόπους βελτιωθέντας, θεογνωσίας αἴγλῃ, τὸν νοῦν περιλαμφθῆναι∙ διὸ κράξωμεν∙ Τριὰς ἁγία, Κυρία τοῦ παντός, ταῖς τῶν τριῶν σου Ποιμένων προσευχαῖς, τὸ σὸν ποίμνιον τοῦτο, ἐν εἰρήνῃ συντήρησον, ἀσφαλῶς καὶ ἀλύπως, καὶ σῶσον ὡς φιλάνθρωπος.

Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ προνοίᾳ σου∙ ὅτι τρισσοὺς μεγάλους φωστῆρας, τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώσεως, καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων, δι' ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρός τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις∙ καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε.

Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πιστῶν Διδασκάλους καὶ φύλακας, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες. Χαίροις τῆς Ἐκκλησίας φωστήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε∙ Χαίροις, ὁ νοῦς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε∙ Χαίροις, ὦ Χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσιος κήρυξ. Ἀλλ' ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον, καὶ θείαν πανήγυριν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ