ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ


Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε.

Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.

Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι᾿ ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.

Ὡς ἱεροφάντωρ ὑπάρχων, τῇ παρρησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ