ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ


Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ᾿ ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.

Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος.

Ἀνδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ