«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».
Ἐθελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.
Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.
Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.
Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε.
Δόξα...
Εἷς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν...
Ἀνερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.