«Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν».
Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.
Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.
Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.
Ῥεῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.
Δόξα...
Ὑμνῶ Πατέρα ἄναρχον, καὶ Υἱὸν σύνθρονον καὶ Πνεῦμα ὁμοούσιον πιστῶς, μίαν οὐσίαν, καὶ φύσιν καὶ δόξαν, καὶ μίαν βασιλείαν, Θεὸν τῶν ἁπάντων καὶ ποιητήν, συνοχέα τοῦ παντός, μετὰ τῶν ἀσωμάτων δυνάμεων.
Καὶ νῦν...
Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.