Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Μαΐου 2019

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν,

«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.

Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.

Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου.

Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;

Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν.

Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.

Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου.

Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.