ΑΠΑΛΩΝ ΕΞ ΟΝΥΧΩΝ

Ἁπαλῶν ἐξ ὀνύχων, ἀγωνιστὴς ἄριστος, ἔφυς ἐραστής τε, τοῦ θείου κάλλους διάπυρος· ὅθεν ἐν μήτρᾳ σε, προεγνωκὼς ὁ Δεσπότης, Συμεὼν ἡγίασε, Πάτερ ἀοίδιμε.

Σοφισθεὶς ἐκ βραχείας, θαυματουργὲ ὅσιε, Πάτερ ἡλικίας, τὴν ὄντως γνῶσιν τοῦ Πνεύματος, τὸν ἀκατάληπτον, αὐτοπτικῶς ἠξιώθης, κατιδεῖν Δυνάμεσι περικυκλούμενον.

Τῆς ψυχῆς τὰς αἰσθήσεις, ἐκ τῆς φρικτῆς ὅσιε, Πάτερ ἐλλαμφθείς, θεωρίας, ξένην διάγνωσιν, ἐκτήσω τῶν ἀγαθῶν, καὶ τῶν ἑτέρως ἐχόντων, Συμεών, καὶ ἄπταιστον βίον διήνυσας.

Ἐμφανῶς σοι παρέστη, ἀποσταλείς, Ἄγγελος, τὸν ἀγγελικόν, θεοφόρε παρεγγυώμενος, βίον ἀσπάσασθαι, ἀγαλλομένῳ ποδὶ δέ, τοῦ ὀφθέντος εἴπεσο, Πάτερ τοῖς ἴχνεσι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ