«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας».
«Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε».
«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».
Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.
«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».
Καθώς περ εὐδόκησεν αὐτεξουσίως,
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,
Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.
Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,
Χ' αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.
Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.
«Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα».
«Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».
Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀρρεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.
«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».
Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,
Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.
Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».
«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.
«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι' ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».
Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.
Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.
Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι. Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.
Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,
Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.
«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».
«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐρρητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτήρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».
Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,
Ἀπατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,
Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,
Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,
Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.
Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,
Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,
Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,
Τιμῆεν ὡς ἄημα, τοῖς σοῖς οἰκέταις,
Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.
ᾞσε Προφητῶν πνευματέμφορον στόμα,
Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,
Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,
Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.
«Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
«Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».
Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.
Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.
«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».
Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην.
Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον
Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.
Ὅσοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,
Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,
Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν».
«Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.