Σωτηρίαν εἰργάσω, μέσον τῆς οἰκουμένης, προφητικῶς ὁ Θεός· ὑψωθεὶς γὰρ ἐν ξύλῳ, πάντας ἀνεκαλέσω, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ἀναστὰς ἐκ τοῦ τάφου, ὡς ἐξ ὕπνου οἰκτίρμον, πάντας ἐρρύσω φθορᾶς· ἡ κτίσις δὲ πιστοῦται, διὰ τῶν Ἀποστόλων, κηρυττόντων τὴν Ἔγερσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.