ΕΥΡΕΝ, Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΑΥΓΗ
Εὗρεν, ἡ τοῦ Πνεύματος αὐγή, τῆς σῆς διανοίας Προφῆτα, τὴν καθαρότητα, στίλβουσαν ὡς ἔσοπτρον, διαφανέστατον, καὶ τὸν κόσμον κατηύγασε, τῆς θεογνωσίας, φέγγος ἀπαστράψασα, καὶ προτυπώσασα, θείων μυστηρίων εἰκόνας, χάριν τε τὴν πᾶσαν ἀνθρώποις, μέλλουσαν δοθήσεσθαι θεσπέσιε.
Στόμα, χρηματίσας τοῦ Θεοῦ, τοὺς τῆς ἀσεβείας ἐργάτας, σαφῶς διήλεγξας, δίκην ἀναπόδραστον, αὐτοῖς καὶ ἄφυκτον, ἀπαρτίσας Πανόλβιε, τῆς δικαιοσύνης, δόγμασιν ἑπόμενος, καὶ θείοις κρίμασιν· ὅθεν τῶν σοφῶν σου ῥημάτων, βλέποντες τὴν ἔκβασιν μάκαρ, ὕμνοις ἐπαξίοις εὐφημοῦμέν σε.
Μύστης, τῶν ἀρρήτων τοῦ Θεοῦ, γέγονας κριμάτων Προφῆτα, θεομακάριστε· ἔθνη γὰρ ἐφώτισας, καὶ κατελάμπρυνας, καὶ Τριάδα ἐκήρυξας, Ἀμώς θεηγόρε· ὅθεν σου τὴν ἔνδοξον μνήμην γεραίρομεν. Ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς πιστῶς εὐφημοῦντας, καὶ πανηγυρίζοντάς σε ἔνδοξε.